APOLODORO, BIBLIOTECA (II, 4, 1) . Perseo ὁ Ἀκρίσιος βασιλεύς χρηστηριάζεται τῷ μαντείῳ τοῦ Ἀπόλλωνος περὶ γενέσεως παίδων ἀρρένων. ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρός, ὃς αὐτὸν ἀποκτενεῖ. δείσας δὲ ὁ Ἀκρίσιος τοῦτο, κατασκευάσας θάλαμον χάλκεον ὑπὸ γῆν, τὴν Δανάην ἐφρούρει ἐν αὐτῷ. ὡς δὲ ἔνιοί φασι, Ζεὺς μεταμορφωθεὶς εἰς χρυσὸν ὑετὸν εἰσῆλθε διὰ τῆς τοῦ θαλάμου ὀροφῆς καὶ συνῆλθε τῇ Δανάῃ. αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον ἐξ αὐτῆς γεγεννημένον παῖδα, Περσέα ὀνόματι, μὴ πιστεύσας αὐτὸν Διὸς ὑιὸν εἶναι, τὴν θυγατέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔρριψεν εἰς θάλασσαν. Perseo y Medusa Ἡ Μέδουσα ἀναϕέρεται ἐν τῇ ἑλληνικῇ μυθολογίᾳ ὡς μία τῶν τριῶν Γοργόνων. ἦσαν δὲ αὗται Σθενὼ, Εὐρυάλη καὶ Μέδουσα. μόνη δὲ Μέδουσα ἦν θνητὴ · διὰ τοῦτο ἐπέμφθη Περσεὺς ἐπὶ τὴν κεφαλὴν αὐτῆς. εἶχον δὲ αἱ Γοργόνες ἐν ταῖς κεφαλαῖς δράκοντας ἀντὶ τριχῶν, ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας χαλκᾶς, καὶ πτέρυγας χρυσᾶς, δι᾽ ὧν ἐπέτοντο. αἱ Γοργόνες ἦσαν τόσον φοβεραὶ ὥστε τοὺς δὲ αὐτὰς ἰδόντας ἐποίουν λίθους. ἐπιστὰς οὖν αὐταῖς ὁ Περσεὺς κοιμωμέναις, κατευθυνούσης τὴν χεῖρα Ἀθηνᾶς, ἀπεστραμμένος καὶ βλέπων εἰς ἀσπίδα χαλκῆν, δι᾽ ἧς τὴν εἰκόνα τῆς Γοργόνος ἔβλεπεν, ἐκαρατόμησεν αὐτήν. ἀποτμηθείσης δὲ τῆς κεφαλῆς, ἐκ τῆς Γοργόνος ἐξέθορε Πήγασος, πτηνὸς ἵππος.